Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.292 Joseph. AJ 16.296 (English) >>Joseph. AJ 16.301

16.294ἦν δʼ οὖν ἐπὶ τούτοις ἀθυμία καὶ δέος, τε Σύλλαιος οὐ μετρίως ἐλύπει πιστευθείς τε καὶ παρὼν ἐν τῇ Ῥώμῃ, τότε δὲ καὶ μειζόνων ἁπτόμενος· μὲν γὰρ Ὀβόδας ἐτεθνήκει, παραλαμβάνει δὲ τὴν τῶν Ἀράβων ἀρχὴν Αἰνείας μετονομασθεὶς αὖθις Ἀρέτας. 16.295τοῦτον γὰρ ἐπεχείρει διαβολαῖς παρωσάμενος αὐτὸς ἀναλαμβάνειν τὴν ἀρχήν, χρήματα μὲν πολλὰ διδοὺς τοῖς περὶ τὴν αὐλήν, πολλὰ δὲ Καίσαρι δώσειν ὑπισχνούμενος. δὲ τῷ μὴ τὸν Ἀρέταν ἐπιστείλαντα πρότερον αὐτῷ βασιλεύειν ὠργίζετο. 16.296πέμπει δὲ κἀκεῖνος ἐπιστολὴν καὶ δῶρα τῷ Καίσαρι στέφανόν τε χρυσοῦν ἀπὸ πολλῶν ταλάντων· δὲ ἐπιστολὴ κατηγόρει Σύλλαιον ὄντα πονηρὸν δοῦλον Ὀβόδαν τε φαρμάκοις διαφθεῖραι καὶ ζῶντος ἔτι κρατεῖν αὐτὸν τάς τε τῶν Ἀράβων μοιχεύοντα καὶ χρήματα δανειζόμενον, ὥστʼ ἐξιδιώσασθαι τὴν ἀρχήν. 16.297προσέσχεν δὲ οὐδὲ τούτοις Καῖσαρ, ἀλλʼ ἀποπέμπει μηδὲν τῶν δώρων λαβών. τὰ δὲ περὶ τὴν Ἰουδαίαν καὶ Ἀραβίαν ἀεὶ καὶ μᾶλλον ἐπεδίδου τὰ μὲν εἰς ἀταξίαν τὰ δʼ ὡς καταφθειρομένων μηδένα προεστάναι· 16.298τῶν γὰρ βασιλέων μὲν οὐδέπω τὴν ἀρχὴν βεβαίαν ἔχων οὐχ ἱκανὸς ἦν κωλύειν τοὺς ἀδικοῦντας, Ἡρώδης δὲ ἐφʼ οἷς ἠμύνατο τάχιον ὀργισθέντος αὐτῷ Καίσαρος ἁπάσας τὰς εἰς αὐτὸν παρανομίας φέρειν ἠναγκάζετο.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.292 Joseph. AJ 16.296 (English) >>Joseph. AJ 16.301

Powered by PhiloLogic